previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics


περάσας δὲ τὸν ποταμὸν Κοῖνον μὲν ξὺν τῇ αὑτοῦ [p. 229] τάξει ἀπολείπει αὐτοῦ ἐπὶ τῇ ὄχθῃ προστάξας ἐπιμελεῖσθαι τῆς ὑπολελειμμένης στρατιᾶς τῆς διαβάσεως, οἳ τόν τε σῖτον αὐτῷ τὸν ἐκ τῆς ἤδη ὑπηκόου τῶν Ἰνδῶν χώρας καὶ τὰ ἄλλα ἐπιτήδεια παρακομίζειν ἔμελλον. [2] Πῶρον δὲ ἐς τὰ αὑτοῦ ἤθη ἀποπέμπει, κελεύσας Ἰνδῶν τε τοὺς μαχιμωτάτους ἐπιλεξάμενον καὶ εἴ τινας παρ᾽ αὑτῷ ἔχοι ἐλέφαντας, τούτους δὲ ἀναλαβόντα[ς] ἰέναι παρ᾽ αὑτόν. αὐτὸς δὲ Πῶρον τὸν ἕτερον τὸν κακόν, ὅτι ἐξηγγέλθη πεφευγέναι ἀπολιπὼν τὴν χώραν ἧς ἦρχεν, ἐπενόει διώκειν σὺν τοῖς κουφοτάτοις τῆς στρατιᾶς. [3] γὰρ Πῶρος οὗτος, ἔστε μὲν πολέμια ξυνειστήκει Ἀλεξάνδρῳ τὰ πρὸς τὸν ἄλλον Πῶρον, πρέσβεις παρ᾽ Ἀλέξανδρον πέμπων αὑτόν τε καὶ τὴν ὑπὸ οἷ χώραν ἐνεδίδου Ἀλεξάνδρῳ, κατὰ ἔχθος τὸ Πώρου μᾶλλον φιλίᾳ τῇ Ἀλεξάνδρου: ὡς δὲ ἀφειμένον τε ἐκεῖνον καὶ πρὸς τῇ αὑτοῦ καὶ ἄλλης πολλῆς ἄρχοντα ἔμαθε, τότε δὴ φοβηθείς, οὐχ οὕτω τι Ἀλέξανδρον, ὡς τὸν Πῶρον ἐκεῖνον τὸν ὁμώνυμον, φεύγει τὴν ἑαυτοῦ ἀναλαβὼν ὅσους τῶν μαχίμων ξυμπεῖσαι ἠδυνήθη μετασχεῖν οἱ τῆς φυγῆς. [4] ἐπὶ τοῦτον ἐλαύνων Ἀλέξανδρος ἀφικνεῖται ἐπὶ τὸν Ὑδραώτην ποταμόν, ἄλλον αὖ τοῦτον Ἰνδὸν ποταμόν, τὸ μὲν εὖρος οὐ μείονα τοῦ Ἀκεσίνου, ὀξύτητι δὲ τοῦ ῥοῦ μείονα. ὅσην δὲ τῆς χώρας ἔστε ἐπὶ τὸν Ὑδραώτην ἐπῆλθε, φυλακὰς ὑπέλιπεν ἐν τοῖς ἐπικαιροτάτοις χωρίοις, ὅπως οἱ ἀμφὶ Κρατερόν τε καὶ Κοῖνον δι᾽ ἀσφαλείας ἐπέρχοιντο τῆς χώρας τὴν πολλὴν προνομεύοντες. [5] ἐνταῦθα Ἡφαιστίωνα μὲν ἐκπέμπει δοὺς αὐτῷ μέρος τῆς στρατιᾶς, πεζῶν μὲν φάλαγγας δύο, ἱππέων δὲ τήν τε αὑτοῦ καὶ τὴν Δημητρίου ἱππαρχίαν καὶ τῶν τοξοτῶν τοὺς ἡμίσεας, ἐς τὴν [p. 230] Πώρου τοῦ ἀφεστηκότος χώραν, κελεύσας παραδιδόναι ταύτην Πώρῳ τῷ ἄλλῳ, καὶ εἰ δή τινα πρὸς ταῖς ὄχθαις τοῦ Ὑδραώτου ποταμοῦ αὐτόνομα ἔθνη Ἰνδῶν νέμεται, καὶ ταῦτα προσαγαγόμενον τῷ Πώρῳ ἄρχειν ἐγχειρίσαι. αὐτὸς δ᾽ ἐπέρα τὸν Ὑδραώτην ποταμόν, οὐ καθάπερ τὸν Ἀκεσίνην χαλεπῶς. [6] προχωροῦντι δὲ αὐτῷ ἐπέκεινα τῆς ὄχθης τοῦ Ὑδραώτου τοὺς μὲν πολλοὺς καθ᾽ ὁμολογίαν προσχωρεῖν ξυνέβαινεν, ἤδη δέ τινας ξὺν ὅπλοις ἀπαντήσαντας, τοὺς δὲ καὶ ὑποφεύγοντας ἑλὼν βίᾳ κατεστρέψατο.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

hide References (4 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: